Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 38.9 | Dem. 38.13 (English) | >>Dem. 38.16 |
38.12σκοπεῖτε δὴ τοῦθʼ οὑτωσί . ὤφειλεν Ἑρμῶναξ στατῆρας ἑκατὸν παρὰ Ναυσικράτους λαβὼν τούτοις . τούτων Ἀρίσταιχμος ἐπίτροπος καὶ κηδεμὼν ἐγένεθʼ ἑκκαίδεκʼ ἔτη . οὐκοῦν ἅ γε τούτων ἀνδρῶν γεγονότων διʼ ἑαυτοῦ διέλυε χρήμαθʼ ὁ Ἑρμῶναξ , οὐκ ἀπέδωκεν ὅτʼ ἦσαν παῖδες · οὐ γὰρ δίς γε ταὐτὰ κατετίθει . ἔστιν οὖν οὕτω τις ἀνθρώπων ἄτοπος , ὥσθʼ ἃ τοὺς κυρίους διεκρούσατο μὴ καταθεῖναι τοσοῦτον χρόνον , ταῦτα τῷ μὴ κυρίῳ πέμψαντι γράμμαθʼ ἑκὼν ἀποδοῦναι ; ἐγὼ μὲν οὐκ οἶμαι .
38.13ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω , καὶ ὁ μὲν πατὴρ ἐτελεύτησεν εὐθέως μετὰ τὰς διαλύσεις , τῷ Δημαρέτῳ δʼ οὐδεπώποθʼ οὗτοι τούτων τῶν χρημάτων δίκην ἔλαχον , οὐδʼ ὅλως ἐξέπλευσεν ἐκεῖνος οὐδʼ ἀπεδήμησεν ἐκεῖσε , λαβὲ τὰς μαρτυρίας .ὅτι μὲν τοίνυν οὔθʼ ὁ πατὴρ μετὰ τὴν ἄφεσιν τὰ χρήματʼ εἰσέπραξεν , οὔτʼ ἂν ἔδωκεν ἑκὼν οὐδείς , εἴ τινʼ ἔπεμψεν ὁ Δημάρετος , οὔτʼ ἀνέπλευσεν αὐτὸς οὐδʼ ἀφίκετʼ ἐκεῖσε , δῆλον ἐκ τῶν χρόνων καὶ τῶν μαρτυριῶν ὑμῖν γέγονεν . βούλομαι τοίνυν καὶ ὅλως ψευδομένους αὐτοὺς ὅλον τὸ πρᾶγμʼ ἐπιδεῖξαι . οὗτοι γὰρ γεγράφασιν εἰς ὃ νῦν ἔγκλημα διώκουσιν , ὀφείλειν ἡμᾶς τὸ ἀργύριον κομισαμένου τοῦ πατρὸς καὶ παραδόντος αὐτοῖς τοῦτο τὸ χρέως ἐν τῷ λόγῳ τῆς ἐπιτροπῆς ὀφειλόμενον . καί μοι λέγʼ αὐτὸ τὸ ἔγκλημα λαβών .
Μαρτυρίαι
38.14
Ἔγκλημα
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 38.9 | Dem. 38.13 (English) | >>Dem. 38.16 |